Ο ΒΟΣΚΟΣ ΚΑΙ ΤΟ ΛΙΟΝΤΑΡΙ


Βουκόλος ποτὲ μίαν τῶν βοῶν ἀποῦσαν ᾔσθετο. Καὶ πανταχῇ ἐρευνήσας οὐχ εὗρε. Ηὔξατο οὖν τῷ Διὶ μόσχον θῦσαι, ἐὰν τὸν κλέπτην ἴδῃ. Ἐλθὼν δὲ ἐς ὕλην τινά, λέοντα ὁρᾷ κατεσθίοντα τὴν βοῦν· ἐπιτείνας δὲ ἐς τὸν οὐρανὸν τὰς χεῖρας, «ὦ Ζεῦ,» ἔφη, «πρότερον μὲν ηὐξάμην μόσχον θῦσαι, ἐὰν τὸν κλέπτην εὕρω. Νῦν δὲ ταῦρον θύσω, ἐὰν τὸν κλέπτην ἐκφύγω.»