Ὁ Βορέας ποτὲ καὶ ὁ ἤλιος ἤριζον, ὁπότερός ἐστι κρείσσων. Ἰδὼν δὲ ἄνθρωπον ἱμάτιον ἔχοντα, ἔφη ὁ ἤλιος. “τί μάτην διαλεγόμεθα; ὁρᾷς δήπου ἐκεῖνον τὸν ἄνδρα· ὁπότερος ἄν οὖν ὑμῶν δύνηται ἀποδῦσαι τὸ ἱμάτιον τοῦ ανθρώπου, οὗτος νικάτω.” ὁ δὲ ἕτερος ἐπὶ τούτοις ὡμολόγησε. Πρῶτον μὲν οὖν πεῖραν ἐποιεῖτο ὁ Βορέας. Καὶ παντὶ μὲν τῷ σθένει ἐνέπνευσε, ὁ δὲ ἀνὴρ πολὺ μάλλον ἑαυτὸν τῷ ἱματίῳ ἐκάλυπτε. Παυσαμένου δὲ του Βορέου, ὁ ἥλιος ἐξῆλθεν. Ὁ δὲ ἀνήρ, θερμὸς γενόμενος, τὸ ἱμάτιον ἀπέρριψε.
Ο ΒΟΡΙΑΣ ΚΑΙ Ο ΗΛΙΟΣ