Ο ΑΙΣΧΥΛΟΣ ΚΑΙ Η ΧΕΛΩΝΑ


Αἰσχύλος ὁ ποιητὴς γέρων γενόμενος, φαλακρὸς ἦν τὴν κεφαλὴν. Ἐπεὶ δέ ποτε ἐν τῷ αγρῷ περιεπάτει, ἐπέτετο ὑπὲρ αὐτοῦ ἀετὸς, χελώνην ἔχων ἐν ταῖς χερσίν. Καὶ ὁ ἀετός, θέλων ἐσθίειν τὴν χελώνην, οὐκ ἐδύνατο διὰ τὸ δέρμα; Ἰδών δὲ τὴν κεφαλὴν τοῦ Αἰσχύλου λευκὴν οὖσαν, ἐνόμιζε λίθον εἶναι. Κατέβαλεν οὖν τὴν χελώνην, βουλόμενος ἐπὶ τῷ λίθῳ ῥηγνύναι τὸ δέρμα. Ἡ δὲ χελώνη ἐπιπεσοῦσα τῇ κεφαλῇ τοῦ ἀνδρὸς ἀπέκτεινεν αὐτόν.

Ο ΒΟΣΚΟΣ ΚΑΙ ΤΟ ΛΙΟΝΤΑΡΙ


Βουκόλος ποτὲ μίαν τῶν βοῶν ἀποῦσαν ᾔσθετο. Καὶ πανταχῇ ἐρευνήσας οὐχ εὗρε. Ηὔξατο οὖν τῷ Διὶ μόσχον θῦσαι, ἐὰν τὸν κλέπτην ἴδῃ. Ἐλθὼν δὲ ἐς ὕλην τινά, λέοντα ὁρᾷ κατεσθίοντα τὴν βοῦν· ἐπιτείνας δὲ ἐς τὸν οὐρανὸν τὰς χεῖρας, «ὦ Ζεῦ,» ἔφη, «πρότερον μὲν ηὐξάμην μόσχον θῦσαι, ἐὰν τὸν κλέπτην εὕρω. Νῦν δὲ ταῦρον θύσω, ἐὰν τὸν κλέπτην ἐκφύγω.»

Ο ΒΟΡΙΑΣ ΚΑΙ Ο ΗΛΙΟΣ


Ὁ Βορέας ποτὲ καὶ ὁ ἤλιος ἤριζον, ὁπότερός ἐστι κρείσσων. Ἰδὼν δὲ ἄνθρωπον ἱμάτιον ἔχοντα, ἔφη ὁ ἤλιος. “τί μάτην διαλεγόμεθα; ὁρᾷς δήπου ἐκεῖνον τὸν ἄνδρα· ὁπότερος ἄν οὖν ὑμῶν δύνηται ἀποδῦσαι τὸ ἱμάτιον τοῦ ανθρώπου, οὗτος νικάτω.” ὁ δὲ ἕτερος ἐπὶ τούτοις ὡμολόγησε. Πρῶτον μὲν οὖν πεῖραν ἐποιεῖτο ὁ Βορέας. Καὶ παντὶ μὲν τῷ σθένει ἐνέπνευσε, ὁ δὲ ἀνὴρ πολὺ μάλλον ἑαυτὸν τῷ ἱματίῳ ἐκάλυπτε. Παυσαμένου δὲ του Βορέου, ὁ ἥλιος ἐξῆλθεν. Ὁ δὲ ἀνήρ, θερμὸς γενόμενος, τὸ ἱμάτιον ἀπέρριψε.